Ancient Greek · ~2 min
11.6 to 11.7
Gelasius, Historia Ecclesiastica 11.6-7
Not analysed yet
ὁ δὲ τύραννος τὴν λαθραίαν συσκευὴν ὡς οὐδαμῶς ἑώρα κατὰ γνώμην αὐτῷ χωροῦσαν, τοῦ θεοῦ πάντα δόλον τε καὶ ῥᾳδιουργίαν τῷ θεοφιλεῖ κατάφωρα ποιοῦντος, οὐκ ἔτι οἶός τε ὢν ἐπικρύπτεσθαι, προφανῆ λοιπὸν πόλεμον αἱρεῖται. ὁμόσε δὴ κατὰ Κωνσταντίνου πολεμεῖν διαγνούς, ἤδη καὶ κατὰ τοῦ θεοῦ τῶν ὅλων ὡς φρουροῦ Κωνσταντίνου, ὃν ἠπίστατο σέβειν αὐτόν, παρατάττεσθαι ὥρμηται· καὶ ἔπειτα τοὺς ὑπ αὐτῶ θεοσεβεῖς ἤλαυνε.