Ancient Greek · ~4 min
12.4 to 12.7
Gelasius, Historia Ecclesiastica 12.4-7
Not analysed yet
συνυπάρχει δὲ ὡσαύτως τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τὸ ἅγιον πνεῦμα τῆς αὐτῆς οὐσίας καὶ τοῦ αὐτοῦ χρήματος ὄν, οὑπερ ὁ πατὴρ καὶ ὁ υἱός. μίαν τοίνυν βουλὴν μίαν βασιλείαν μίαν αύθεντίαν μίαν δεσποτείαν ἐπὶ πάντων τῶν κτιστῶν φύσεων ὁρωμένων τε καὶ νοουμένων, μίαν θεότητα καὶ τὴν αὐτὴν οὐσίαν ὁμολογητέον πρὸς ἡμῶν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, οὐ σύγχυσιν ἢ διαίρεσιν τῶν τῆς ἀρρήτου ἐκείνης καὶ μακαρίας τριάδος ὑποστάσεων κηρυττόντων ἡμῶν, ἀλλὰ πατέρα ἀεὶ ἀληθῶς πατέρα άληθινοῦ υἱοῦ ἀεὶ ὄντα καὶ ὑφεστῶτα, καὶ υἱὸν ἀληθῶς υἱὸν ἀληθινοῦ πατρὸς ἀεὶ ὄντα καὶ ὑφεστῶτα, καὶ πνεῦμα ἅγιον ἀληθῶς πνεῦμα ἅγιον ἀεὶ ὂν καὶ ὑφεστός, τριάδα ἀχώριστον ἄρρητον καὶ άληθῶς ἀπερινόητον καὶ ἀνέκφραστον, μίαν θεότητα καὶ τὴν αὐτὴν οὐσίαν ταύτης εἰναι πιστεύοντες. καὶ ταύτην ὁμολογοῦμεν κατὰ τὴν ἀνέκαθεν παρὰ τοῦ κυρίου διὰ τῶν ἱερῶν αὐτοῦ ἀποστόλων καὶ τῶν τὴν ἐκείνων ἁγίαν πίστιν φυλαξάντων ἀσπίλως ἀρχαίων ἁγίων ἡμῶν πατέρων παραδοθεῖσαν ἡμῖν τῆς αὐτῆς πίστεως ἀληθῆ δογμάτων ἀκρίβειαν, ἑτοίμως ἐχόντων ἡμῶν σὺν εὐδοκίᾳ τοῦ ἁγίου πνεύματος διὰ πλείστων ὅσων μαρτυριῶν τῶν ἐκ τῶν θείων γραφῶν δεῖξαι ταῦτα ουτως εχειν. «