Ancient Greek
ΛΟΓΟΣ Bݲ, Chapter 12
Gelasius, Historia Ecclesiastica 12.8
Not analysed yet
Τούτων παρ’ αὐτῶν μᾶλλον δὲ δι᾿ αὐτῶν ὑπὸ τοῦ ἁγίου πνεύματος ἐκφωνουμένων, οἱ τῆς ἀσεβείας Ἀρείου ἀντιποιούμενοι ὑπεγόγγυζον λίαν τρυχόμενοι· ἠσαν δὲ οἱ περὶ Εὐσέβιον τὸν Νικομηδείας καὶ Θέογνιν τὸν τῆς Νικαίας, οὓς ἔμπροσθεν ἤδη ἐδηλώ- σαμεν· ἀπέβλεπον δὲ ὅμως εἰς τοὺς μισθωτοὺς Ἀρείου φιλοσόφους τινὰς λογίους ὑπεράγαν, οὓς συνηγόρους τῆς οἰκείας μοχθηρίας μισθω- σάμενος Ἄρειος σὺν αὐτοῖς ἧκεν εἰς τὴν ἁγίαν ἐκείνην καὶ οἰκουμενικὴν σύνοδον.