Ancient Greek · ~3 min
12.9 to 12.10
Gelasius, Historia Ecclesiastica 12.9-10
Not analysed yet
παρῆσαν γὰρ πλεῖστοι ὅσοι φιλόσοφοι, εἰς οὓς ἠλπικότες, ὡς ἀρτίως εἰρήκαμεν, οἱ τῆς ἀληθείας πολέμιοι εἰκότως ἑάλωντο μετὰ τοῦ καὶ τῆς βλασφημίας αὐτῶν διδασκάλου, πηλρουμένης ἐπ’ αὐτοῦ καὶ αὐτῶν τῆς ἱερᾶς γραφῆς λεγούσης· »ἐπικατάρατος πᾶς ἄνθρωπος, ὃς ἔχει τὴν ἐλπίδα αὐτοῦ ἐπ΄ ἄνθρωπον καὶ ἀπὸ κυρίου ἀπέστη ἡ καρδία αὐτοῦ«. ἀπέστη γὰρ ὄντως ἀπὸ κυρίου ἡ βλάσφημος καρδία τοῦ θεομάχου Ἀρείου καὶ τῶν κοινωνῶν τῆς ἀσεβείας αὐτοῦ, κτίσμα καὶ ποίημα τολμησάντων λέγειν τὸν υἱὸν τοῦ Μοῦ τὸν πάντων κτίστην καὶ δημιουργὸν ἀοράτων καὶ ὁρατῶν κτιστῶν φύσεων. Ὅπου εἷς τῶν φιλοσόφων ὑπὲρ Ἀρείου κατὰ τῆς ἁγίας ἐκείνης τῶν ἀποστολικῶν τοῦ θεοῦ ἱερέων συνόδου πλεῖστα ὅσα ἀποφθέγγεται.