Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 13
Gelasius, Historia Ecclesiastica 13.10-2
Not analysed yet
Καὶ δὴ τὴν ἀλήθειαν ὁ τῆς ἀληθείας ἀληθῶς ἐχθρὸς ἔλεγεν. ἃ γὰρ ἐκεῖ δυσφημοῦντες ὑπεγόγγυζον, ταῦτα ὁ θώπαξ φρονεῖν ἔλεγεν. ὁ δὲ βασιλεὺς ἔμφυτον ἔχων τὸ καλοκἀγαθὸς καὶ πολλὴν πρὸς τοὺς ἱερωμένους αἰδῶ καὶ τὴν ἀμνησίκακον καρδίαν τοῦ μεγάλου βασιλέως ὁμοῦ καὶ προφήτου Δαυὶδ κεκτημένος καὶ μήτε ἐν νῷ λαβεῖν ἀνασχόμενος τὰς κατ’ αὐτοῦ τετολμημένας ὑπὸ Εύσεβίου ἐπιβουλὰς ἐπὶ τοῦ ἀσεβοῦς Λικιννίου, προσεδέξατο αὐτοὺς εὐμενῶς καὶ εὐλαβῶς ὡς ἱερεῖς τοῦ θεοῦ, καὶ τιμῆς πλείστης ὅσης αὐτοὺς καὶ ἀσπασμοῦ ἠξίωσε, καὶ συχνότερον ἥκειν αὐτοὺς πρὸς αὐτὸν ἐκέλευσε.