Ancient Greek · ~2 min
13.8 to 13.9
Gelasius, Historia Ecclesiastica 13.8-2-9
Not analysed yet
ἀλλ’ ὅμως καὶ οὗτος οὐκ ἐθάρρει, ὡς ἤδη προέφην, ἀποκαλύπτειν τὴν ἔνδοθεν ἐγκειμένην αὐτῷ Ἀρειανὴν αἵρεσιν, θεωρῶν θερμοτάτην περὶ τὰ θεῖα καὶ τὴν τῆς ἀληθοῦς πίστεως ἀκρίβειαν τὴν τοῦ βασιλέως ψυχήν. τὸν μέντοι Εὐσέβιον σὺν Θεογνίῳ πρὸς τὸν βασιλέα εἰσήγαγε, κρύψαι αὐτοῖς παρεγγυήσας ἐπὶ τοῦ παρόντος τὴν τῆς ἀσεβοῦς Ἀρείου αἱρέσεως νόσον, πολλά τε ὑΠὲρ αὐτῶν τὸν βασιλέα ἐδυσώπησε αὐτοῖς παρρησίας, μάλιστα Εὐσεβίῳ, τὰ ἐν τῇ συνόδῳ λεχθέντα φρονεῖν αυτους μαρτυρομενος.