Ancient Greek · ~5 min
13.11 to 13.14
Gelasius, Historia Ecclesiastica 13.11-2-14
Not analysed yet
τῶν δὲ όσημέραι προκοπτόντων εἰς τὴν <πρὸς> τὸν τὰ πάντα ἄριστον βασιλέα Κωνσταντῖνον παρρησίαν, δυσωποῦσι τὸν πρεσβύτερον ἐκεῖνον τὸν κατὰ Ἄρειον ἄρξασθαι αὐτὸν εἰς τὰς ὑπὲρ Ἀρείου πρὸς τὸν βασιλέα παρακλήσεις τοῦ ἀξιῶσαι αὐτὸν τῶν αὐτοῦ ὄφεων συστῆναι αὐτῷ δυνάμενον καὶ δεῖξαι τὰ τῶν ἐν Νικαίᾳ ἁγίων φρονουντα. Ὁ δὲ πρεσβύτερος, εἴξας ταῖς Εὐσεβίου καὶ Θεογνίου παρακλήσεσιν, ἄρχεται τῶν ὑπὲρ Ἀρείου πρὸς τὸν βασιλέα λόγων, ὡς ἐκ προσώπου τῶν προρρηθέντων τὰ πλεῖστα λέγων, ὅτι πᾶσι τοῖς ἐν τῇ συνόδῳ συντίθεσθαι αὐτὸν φάσκουσι καὶ τῇ ἐκεῖσε ἐκφωνηθείσης πίστει ἀρέσκεσθαι. τῷ δὲ βασιλεῖ ξένα κατεφαίνετο τὰ περὶ τοῦ Ἀρείου πραὰ τοῦ πρεσβυτέρου λεγόμενα. τοῦτο δὲ ἐποίει ἐπὶ πλείστας ἡμέρας, τοῦτο μὲν κατ’ ἰδίαν τοῦτο δὲ καὶ παρόντος τὰ Εὐσεβίου τοῦ Νικομηδείας· συχνότερον γὰρ αὐτὸν ὁ βασιλεὺς μετεπέμπετο, οὐ γὰρ ἐμέμνητο τῶν πάλαι κατ’ αὐτοῦ ὑπὸ τοῦ ἀσεβοῦς Εὐσεβίου τούτου δραματουργηθέντων ὁ πιστότατος βασιλεύς. τῇ τοίνυν εὐτεχνίᾳ τῶν ἀπατηλῶν αὐτοῦ λόγων ὁ Εὐσέβιος πείθει διά τε τοῦ πρεσβυτέρου καὶ δι’ ἑαυτοῦ τὸν φιλανθρωπότατον καὶ ἐπιεικέστατον βασιλέα κληθῆναι κελεῦσαι παρ᾿ αὐτὸν τὸν Ἄρειον, διαβε- βαιούμενος ἐλθόντα αὐτὸν εἰς πρόσωπον τοῦ εὐσεβοῦς βασιλείως συνάγεσθαι καὶ αὐτὸν πᾶσι τούτοις, οἷς καὶ ἡ σύνοδος καὶ ἡμεῖς, φησί, δεδέμεθα.