Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 13
Gelasius, Historia Ecclesiastica 13.15
Not analysed yet
ἄπιστα καταφαίνεται ταῦτα τῷ βασιλεῖ, ἀλλ’ ὑπὸ τῆς προσούσης αὐτῷ θεοφιλοῦς ἐπιεικείας καὶ τῆς περὶ τῶν ἐκκλησιῶν ὁμονοίας σπουδῆς ἡπτημένος, ὡς πιστεύσας. τάδε ἔφη πρὸς αὐτούς· »εἰ Ἄρειος συντίθεται τῇ συνόδῳ καὶ ἀληθῶς τὰ ἐκείνης φρονεῖν ἕλοιτο, δίζομαί τε αὐτὸν εἰς πρόσωπον καὶ σὺν τιμῇ ἐκπέμψω εἰς Ἀλεξάνδρεία«. ταῦτά τε ἔλεγε καἰ διὰ γραμμάτων μετάπεμπτον αὐτὸν ἐπὶ τὸ κομιτάτον γενέσθαι ἐκέλευσεν.