Ancient Greek · ~1 min
ΛΟΓΟΣ Γ, Chapter 13
Gelasius, Historia Ecclesiastica 13.16
Not analysed yet
Ὁ δὲ Ἄρειος τῶν τοῦ βασιλέως ἀξιωθεὶς γραμμάτων αὖθις φθάσαι τὴν Κωνσταντινούπολιν ἔσπευσε. συμπαρῆν δὲ αὐτῶ̣ καὶ Εὐζώϊος, ὃν σὺν αὐτῷ καθεῖλεν ὀ θεῖος Ἀλέξανδρος ὁ τῆς κατὰ Ἀλεξάνδρειαν ἐκκλησίας ἐπίσκοπος. ἀναφέρετᾳι δῆτα ἐπὶ τὸν εὐσεβῆ βασιλέα διὰ τοῦ πρεσβυτέρου ἐκ σπουδῆς τῶν περὶ Εὐσέβιον τὸν Νικομηδέα παρεῖναι τὸν Ἄρειον.