Ancient Greek · ~3 min
14.5 to 14.7
Gelasius, Historia Ecclesiastica 14.5-7
Not analysed yet
ἡ οὖν τοῦ ποιήσωμεν σημασία τὸ εἶναι πρόσωπον συνδημιουργὸν σημαίνει καὶ συνισοπροσήγορον εἰσάγει. ὡς γὰρ θεὸς ὁ πατήρ ἐστιν ὁ εἰπὼν »ποιήσωμεν ἄνθρωπον«, οὕτω θεός ἐστι καὶ πρὸς ὃν τὸ ποιήσωμεν εἴρηκε, μιᾶς οὔσης τῆς τῶν ἀμφοτέρων προσώπων θεότητος, τοῦ τε ἐπόντος »ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν« καὶ τοῦ ποιήσαντος τὸν ἄνθρωπον. τὸ γὰρ ποιήσωμεν τὸ πανάγιον καὶ ἀπαράλλακτον τῆς τοῦ πατρὸς καὶ υἱοῦ θεότητος παρίστησιν ἡ φωνή. ἡ γὰρ τοῦ θεοῦ εἰκὼν ἁπλῆ καὶ ἀσύνθετός ἐστι πῦρ οὖσα τῇ φύσει. ἀπόκρισις σύμφωνος τῶν ἁγίων πατέρων· φῶς ἀπρόσιτον καὶ ἄστεκτός ἐστι φύσις ἡ τῆς ἁγίας τριάδος οὐσία. αὕτη ἐστὶν ἡ διάνοια τοῦ ποιήσωμεν.