Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 15
Gelasius, Historia Ecclesiastica 15.1
Not analysed yet
Ἀντίρρησις τοῦ φιλοσόφου ὑπὲρ Ἀρείου· πάλιν ἐρῶ τὸ τὸν θεὸν ἁπλοῦν εἴναι καὶ ἀσχημάτιστον καὶ ἀσύνθετον. πῶς οὖν ἄρανοντέον τὸ »κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν« καὶ τὸ μὴ προϋπάρχειν τὸν εἰπόντα τοῦ πρὸς ὃν ἔλεγε »ποιήσωμεν ἄνθρωπον« καὶ τὰ ἑξῆς, φατὲ ἡμῖν σαφῆ τὴν περὶ τούτων ἀπόδειξιν, εἰ δύνασθε. οἱ ἅγιοι ἐπίσκοποι διὰ Ὁσίου ἐπισκόπου πόλεως Κουρδούβης ἑρμηνεύοντος αὐτὸν ἑτέρου ἑτέρου εἶπον·