Ancient Greek · ~2 min
ΛΟΓΟΣ Aݲ, Chapter praef
Gelasius, Historia Ecclesiastica 15
Not analysed yet
(oὔτε γὰρ ἀγγέλοις θεατὸς ὁ μονογενὴς κατὰ τὴν τῆς θεότητος οὐσίαν, εἰ μὴ ἐσαρκώθη) τὰ πάντα πληρώσας τὰ κατὰ τὴν οἰκονομίαν τό τε ὑπὲρ ἡμῶν ἑκούσιον πάθος καὶ τὴν ταφὴν καὶ τὴν ἀνάστασιν τῇ ἁγίᾳ ἐκείνῃ καὶ ἀναμαρτήτῳ σαρκὶ αύτοῦ παραχωρήσας, δι' ἦς τὸ ἡμέτερον ἀπεθανάτισε γένος, ἀναβαίνων εἰς τοὺς οὐρανοὺς ταὐτης τῆς ἁγίας καὶ ἀμωμήτου πίστεως τὸν θεῖον καὶ προσκυνητὸν ὅρον δι’ ἑαυτοῦ ἔπηξε, καὶ μέγα βροντήσας κατὰ τὸ γεγραμμένον κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησε« καὶ ἐν ἑτέρῳ »ἐβρόντησεν ἐξ οὐρανοῦ ὁ κύριος,