Ancient Greek · ~3 min
12 to 14
Gelasius, Historia Ecclesiastica 12-14
Not analysed yet
διὰ ταῦτα καὶ δι' ἄλλα πολλὰ κινηθέντα κατὰ τῆς ἁγίας καὶ ὀρθοδόξου πίστεως ἡμῶν τῆς ἀνέκαθεν ἔκ τε τῶν ἁγίων ἀποστόλων καὶ τῶν προρρηθέντων ἁγίων ἀγίων πατέρων τῶν ἐν τῇ Νικαέων συνειλεγμένων ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ τῇ μητρὶ πολιτευομένης, πολιτευομένης, πλείστην ὅσην ἔρευναν ἐποιησάμην πάντῃ τε καὶ πανταχοῦ, τὸ δὴ λεγόμενον πάντα κάλων κινήσας, ἀνερευνῆσαι τὰ ἐν ἐκείωῃ τῇ ἱερᾷ συνόδῳ πεπραγμένα ὑπὲρ τοῦ τῆς αὐτῆς ἁγίας καὶ ἀποστολικῆς πίστεως ὂρου, ἣν »ούκ ἀπ’ ἀνθρώπων οὔτε δι ἀνθρώπων« ἡ τοῦ θεοῦ ἐκκλησία παρείληφεν, ἀλλ' ἢ ἀπ' αὐτοῦ τοῦ πάντων ἡμῶν σωτῆρος καὶ θεοῦ Ἰησοῦ Χριστοῦ, τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ζῶντος· ὂς μετὰ τὴν τῆς ἐνσάρκου αὐτοῦ παρουσίας οἰκονομίαν, τὸ μέγα ἀληθῶς τῆς εὐσεβείας μυστήριον, καθὼς γέγραπται, φανερωθείς τε σαρκὶ καὶ ἀγγέλοις ὀφθείς