Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 16
Gelasius, Historia Ecclesiastica 16.4
Not analysed yet
τὸ γὰρ ὑπὸ τῶν ἀποστόλων ῥηθὲν ὅτι »πάντα δι᾿ αὐτοῦ ἐγένετο«, ὡς δί ἐργαλείου ἐκτίσθησαν αἱ δι᾿ αὐτοῦ φύσεις, καὶ τὸ »κατ᾿ εἰκόνα δὲ ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν« εἰπεῖν τὸν θεὸν κτισθῆναι τὸν ἄνθρωπον διὰ τοῦ ἐργαλείου, τοῦτ’ ἔστι διὰ τοῦ υἱοῦ, κατὰ τὴν ἑαυτοῦ εἰκόνα καὶ ὁμοίωσιν εἶπεν ὁ θεός. ἀνταπόκρισις τῶν ἁγίων πατέρων διὰ Λεοντίου ἐπισκόπου Καισαρείας Καππαδοκίας καὶ Εὐψυχίου ἐπισκόπου Τυάνων·