Ancient Greek
17.10 to 17.13
Gelasius, Historia Ecclesiastica 17.10-13
Not analysed yet
τὰς δύο φράσεις προθήσαντες κυρίως τοῦ ποιήσαντος χώρας καὶ ἀοικήτους, ἃς εἶπε Σολομὼν καὶ Βαροὺχ ἤτοι Ἱερεμίας —εἰπὼν γὰρ »ἔκτισέ με« ἐπήγαγεν αὐτοῦ καὶ τὰς ἐνεργείας λέγων »κύριος ἐποίησε χώρας καὶ ἀοικήτους« —συλλογισώμεθα, ὦ βέλτιστε, τὸ τίς κύριος ὁ ποιήσας χώρας καὶ ἀοικήτους, καὶ νοήσομεν ὅτι οὐκ ἄλλος ἀλλ᾿ ἢ πάντως ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον· έν τῷ γὰρ κατα- σκευάζειν τὴν »ποιεῖν ἐστι ἐστι χώρας καὶ ἀοικήτους«· ὁ καὶ ἐμπλήσας αὐτὴν κτηνῶν τετραπόδων, ὁ καὶ καλέσας τὸ φῶς, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ καὶ τὰ ἑξῆς, περὶ οὑ λέγει, ὅτι ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη«. νοητέον οὖν ὅτι οὗτός ἐστιν ὁ κύριος ὁ κτίσας τὴν λογιστικὴν σοφίαν εἰς ἀρχὴν ὁδῶν αὐτοῦ, ἣν ηἠτρέπισε τῷ κατ΄ εἰκόνα αὐτοῦ ἀνθρώπῳ, ὁ ποιήσας χώρας καὶ ἀοικήτους, ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον. Ἀλλὰ καὶ πάλιν τὴν ἀρχὴν τῆς λέξεως ἴδωμεν »ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γινόμενα«, ἀλλ᾿ οὐκ εἶπε τὰ μέλλοντα, καὶ πάλιν λέγει »μνημονεύσω μνημονεύσω τὰ ἐξ αἰῶνος ἐξριθμῆσαι« ἀλλ οὐ τὰ πρὸ αἰῶνος.