Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 17
Gelasius, Historia Ecclesiastica 17.22
Not analysed yet
τῶν δὲ δικαστῶν ἀπολογήσασθαι πρὸς τὴν κατηγορίαν τὸν Ἀθανάσιον προσταττόντων ὁ μὲν Ἀθανάσιος ἐσίγησεν, ὡς οὐκ ὢν αὐτὸς ὁ κατηγορούμενος, ὁ δὲ Τιμόθεος ἔφη πρὸς τὴν γυναῖκα· »ἐγώ σοι, ὡ γύναι, συνέτυχον πώποτε; εἰς δὲ τὴν σὴν οἰκίαν εἰσελήλυθά ποτε«; ἡ δὲ ἀναιδέστερον ἐβόα, διαμαχομένη τῷ Τιμοθέῳ καὶ πρὸς αὐτὸν τὴν χεῖρα ἐξάγουσα καὶ κατεπέχουσα καὶ λέγουσα αὐτῶ τῷ Τιμοθέῳ· μου τὴν παρθενίαν ἀφείλου· σύ με τῆς σωφροσύνης ἐγύμνωσας· σύ μου τὸ σεμνὸν τῆς ψυχῆς ἠχρείωσας‘ καὶ τὰ ἄλλα ὅσα ἄλλα αἱ δι’ ἀκολασίας ὑπερβολὴν οὐκ ἔχοισαι τὴν αἰδῶ.