Ancient Greek · ~4 min
17.23 to 17.26
Gelasius, Historia Ecclesiastica 17.23-26
Not analysed yet
καὶ ἠν ὄντως ἔκπληξις <τὰ δ>ρώμενα καὶ παντὸς θαύματος μεῖζον, ὅτι Ἀθανάσιος μὲν κατηγορεῖτο, Τιμόθεος δὲ ἐνεκαλεῖτο. οὕτω δὴ τῶν τὸ δρᾶμα συντεθεικότων καταισχυνάντων ,ἐρυθριασάντων δὲ καὶ τῶν δικαστῶν ὅσοι συνίστορες ἠσαν, ἐκβληθῆναι τὸ γύναιον προσέταξαν. Τότε δὴ ὁ θεῖος Ἀθανάσιος ἔλεγε μὴ χρῆναι ἀφεθῆναι τὸ γύναιον, ἀλλ’ ἐξετάσαι καὶ μαθεῖν. οἱ δὲ συκοφάνται ἐβόων ἐβόων· ἕτερα κατηγορήματα χαλεπώτερα, οὐδαμῶς τἐχνῃ τινὶ καὶ δεινότητι διαλυθῆναι δυνάμενα· ὄψις γὰρ καὶ οὐκ ἀκοὴ δικάσει τοῖς δεικνυμένοις. ταῦτα εἰπόντες τὴν πολυθρύλλητον ἐκείνην ὑπέδειξαν λάρνακα καὶ τὴν τεταριχευμένην ἐγύμνωσαν χεῖρα. τῶν δὲ ἐν τῷ συνεδρίῳ θεασάμενος ἕκαστος ἐβόησεν, οἱ μὲν τῶν συκοφαντῶν συνίστορες ἀληθὲς εἶναι τὸ μῦσος λέγοντες, οἱ δὲ τὸ μὲν ψεῦδος εἰδότες, κεκρύφθαι δὲ τὸν Ἀρσένιον ἔτι ζῶντα λέγοντες κατεγέλων. μεγίστης δὲ ταραχῆς πεπληρωμένου τοῦ συνεδρίου καὶ μόλις βραχείας ἡσυχίας γεγενημένης, ἤρετο τοὺς δικαστὰς ὁ κατηγορούμενος Ἀθανάσιος, εἴ τις ἐν αὐτοῖς εἴη ἐπιστάμενος τὸν Ἀρσένιον. πολλῶν δὲ εἰρηκότων ἀκριβῶς εἰδέναι τὸν ἄνδρα ἐκέλευσεν ὁ Ἀθανάσιος τοῦτον ἀχθῆναι.