Ancient Greek · ~3 min
18.10 to 18.12
Gelasius, Historia Ecclesiastica 18.10-12
Not analysed yet
ὡδέ πως λέγει περὶ αὐτοῦ »ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος«. καὶ πρὸς Ῥωμαίους δὲ ὁ αὐτὸς γράφει λέγων »ὡν οἱ πατέρες καὶ ἐξ ὡν ὁ Χριστὸς τὸ κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν«. δείκνυσι δὲ ὡδε, ὅτι ἡ τοῦ θεοῦ καὶ πατρὸς σοφία θεός ἐστιν ἀληθῶς ἐξ αὐτοῦ τοῦ θεοῦ, ἀΐδιος ἐξ ἀϊδίου καὶ ἀληθινὸς ἐξ ἀληθινοῦ, φύσει ὢν ἀεὶ υἱὸς τοῦ ἀεὶ ὄντος θεοῦ καὶ πατρός.