Ancient Greek · ~7 min
19.1 to 19.7
Gelasius, Historia Ecclesiastica 19.1-7
Not analysed yet
Ἀντίρρησις τοῦ φιλοσόφου· τί οὖν ἔστιν ὃ φὴς »ὁδὸν δὲ σοφίας οὐκ ἔγνωσαν οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αύτῆς« καὶ τὰ ἑξῆς; ἀπόκρισις τῶν ἁγίων ἐπισκόπων διὰ τοῦ αὐτοῦ ἐπισκόπου Εὐσεβίου τοῦ Παμφίλου· πολλάκις πρὸς τὰ ῥήματα τῆς σοφίας ἀπιδών, ὦ φιλόσοφε, ἐθαύμασας τῆς σοφίας τὴν δύναμιν, ὅτι δὴ μεγίστην νοημάτων ἀλήθειαν ἔστιν εὑρεῖν ἐν οὐτῇ βραχυτάταις ταῖς λέξεσι. καὶ τάχα δικαίως ἄν τις παρεικάσειε τὰ ῥήματα τῆς γραφῆς τῇ εὐαγγελικῇ παραβολῇ τῇ διαγορευούσῃ ἐοικέναι τὴν βασιλείαν τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὅπερ βραχύτερον μέν ἐστι πάντων τῶν σπερμάτων τῶν ἐπὶ τῆς γῆς, φυὲν δὲ καὶ ἀναπληρωθὲν ἱκανὴν σκέπην τοῖς πετεινοῖς δίδωσιν. οὕτως ὁρῶμεν τὴν τῶν θείων ῥημάτων δύναμιν έν βραχέσι σπειρομένην λέξεσιν, ἀναπληρουμένων δὲ τῶν νοημάτων καὶ ὥσπερ κλάδων ἐπὶ τὴν διάνοιαν τῶν πετεινῶν ἐπεκτεινομένων, τοῦτ᾿ ἔστι τῶν ἀνθρώπων, τοσαύτη τις εὑρίσκεται δύναμις, ὥστε μὴ μόνοις τοῖς γεωργοῖς ἀλλὰ καὶ τοῖς παρεστῶσι πετεινοῖς ἱκανὴν παρέχειν τὴν σκέπην. πόθεν οὐν ἐκινήθην πρὸς ταύτην τὴν ἔννοιαν ἢ ἐκ τοῦ λόγου τῆς ἱερᾶς γραφῆς τοῦ ἱεροψάλτου Δαυὶδ πρὸς ἀπόδειξιν καὶ σύστασιν οὐ τῆς λογιστικῆς σοφίας, ὡς αὐτὸς ὑπείληφας, ἀλλὰ τῆς καὶ ταύτην καὶ πάντα τὰ γενητὰ δημιουργησάσης ἀκαταλήπτου σοφίας τῆς ἀκτίστου καὶ ἀνάρχου, τοῦτ’ ἔστι Χριστοῦ· ἐπείπερ Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία κατὰ τὸν τῆς ἀρρήτου καὶ ἀπερινοήτου θεότητος αὐτοῦ τρόπον, ὁ ἀληθὴς τοῦ θεοῦ θεὸς λόγος. τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοί, φησίν, ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στοματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν«. ἤκουσας λόγον κυρίου, ἤκουσας πνεῦμα τοῦ στόματος αὐτοῦ· ἄκουε τοίνυν καὶ πάλιν περὶ τῆς συστάσεως τῆς ἀληθοῦς πίστεως τῆς εὐσεβῶς ὑπὸ τῶν εὐσεβῶν νοουμένης τε καὶ κηρυττομένης, ἐπείπερ, οἶμαι, οὐδὲν τῶν προαναφωνηθέντων σοι παρὰ τοσαύτης ἁγίων ἀρχιερέων πνευματικῆς χορείας τὴν αἴσθησιν δέδεξαι, ἄκουε ἄκουε εὐσεβῶς,