Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 18
Gelasius, Historia Ecclesiastica 18.9
Not analysed yet
ἀμέλει δὲ ἐπιβεβαιοῖ τὰ ῥηθέντα ὁ κύριος ἐν εὐαγγελίοις λέγων τὸ καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὡδε«· ἀνέτρεψε τοὺς λέγοντας αὐτὸν εἶναι τὴν ἐν Σολομῶντι σοφίαν· εἰ γὰρ τῷ ψόφῳ τῆς φωνῆς ἰσοπροσήγορός ἐστιν ὅτι σοφία, ἡ γὰρ τοῦ θεοῦ σοφία ὁ υἱὸς τοῦ θεοῦ, θεὸς προγνώστης ἐστὶ καὶ κατὰ πρόγνωσιν κρίνει καὶ κατὰ τὰ ἔργα ὡς κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, καθώς φησι ὁ Παῦλος τὸ σκεῦος τῆς ἐκογῆς« Ἑβραίοις γράφων.