Ancient Greek · ~1 min
ΛΟΓΟΣ Γ, Chapter 18
Gelasius, Historia Ecclesiastica 18.17
Not analysed yet
Ἐν δὲ τῷ μεταξὺ βραδυνάντων αὐτῶν, τῶν περὶ Εὐσέβιον λέγω, μετὰ τιμῆς ὅτι μάλιστα πλείστης τὸν Ἀθανάσιον ἐπὶ τὴν Ἀλεξάνδρειαν πάλιν ἀπέπεμψε, γράψας καὶ αὖθις τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ, ὅτι ὁ αὐτῶν ἐπίκοπος Ἀθανάσιος ψευδῶς διεβέβλητο, καὶ ὡς ἡ καθαρότης αὐτοῦ ἐν πᾶσι τηλαυγῶς ἐξέλαμψεν.