Ancient Greek
19.8 to 19.14
Gelasius, Historia Ecclesiastica 19.8-14
Not analysed yet
καὶ μὴ τοῖς ἀνθρωπίνοις λογισμοῖς διερευνᾶσθαι πειρῶ τὰ ἀπόρρητα· ὁ τέλειος οὔτε μειοῦται οὔτε αὔξει. εἷς ἀγέννητος ὁ θεὸς καὶ πατήρ. εἷς καὶ ὁ γεγεννημένος ἐξ αὐτοῦ μονογενὴς υἱὸς θεὸς λόγος· ὥσπερ οὐν οὐκ ἔστι συναγέννητος τῷ θεῷ καὶ πατρὶ θεὸς ἕτερος, οὕτως οὐδὲ συγγεγεννημένος ἢ προγεγεννημένος ἢ μεταγεγεννημένος υἱὸς ἕτερος τοῦ θεοῦ >τῷ μονογενεῖ υἱῷ αὐτοῦ θεῷ λόγῳ. εἷς ὄντως θεὸς >πατήρ, εἷς ὄντως ὄντως καὶ ὁ γεγεννημένος ἐξ αὐτοῦ ἀφράστως >υἱὸς θεὸς λόγος. ὥσπερ οὖν οὐ λόγῳ μόνῳ πατὴρ ὁ θεός, >οὕτως οὐδὲ λόγῳ μόνῳ υἱὸς ὁ #x003E; ἀλλὰ ἀληθῶς υἱός· γνήσιος >πατήρ, γνήσιος ὁ υἱός· θεὸς ὁ πατήρ, θεὸς καὶ ὁ ἐξ >γεγεννημένος υἱός· τέλειος ὁ πατήρ, τέλειος αὐτοῦ καὶ ὁ >ἀσώματος ὁ πατήρ, ἀσώματος καὶ ὁ υἱός, ἀσωμάτου γὰρ >ρακτὴρ καὶ εἰκὼν ἀσώματος . πιστεύεις τοῦτο, ὦ φιλόσοφε, ὅτι γεγέννηται ἐκ τῆς οὐσίας τοῦ πατρὸς ὁ μονογενὴς υἱὸς αὐτοῦ, καθάπερ ἐξ ὑπαρχῆς τῶν λόγων διὰ πλείστων ὅσων γραφικῶν μαρτυριῶν ἀπεδείξαμεν, ἢ οὔ; ἀντεπερώτησις τοῦ φιλοσόφου· πῶς καὶ τίνι τρόπῳ, φράσον. οἱ ἅγιοι ἐπίσκοποι διὰ τοῦ αὐτοῦ Εὐσεβίου Παμφίλου εἶπον· μὴ ζήτει πῶς, φιλόσοφε· εἰ δὲ μή, καθὰ ἤδη διὰ πλειόνων εἴρηταί σοι καὶ ἐν ἀρχῇ τῆς διαλέξεως διεμαρτυράμεθα, ὅτι κρημνίσαι σεαυτὸν σπουδάζεις διερευνᾶν πειρώμενος τὰ ἀνεξερεύνητα. εἰ μὲν γὰρ ἐνδέχεται ζητεῖν πῶς ὁ ἀγέννητος, ἐνδέχεται ζητεῖν πῶς καὶ ὁ γεγεννημένος· εἰ δὲ οὐ καταλείπει ζήτησιν ὁ ἀγέννητος πῶς ἀγέννητος, οὕτως οὐδὲ ὁ γεγεννημένος καταλείπει ζήτησιν πῶς γεγέννηται· μὴ ζήτει τὰ ἀνερεύνητα, οὐ γὰρ εὑρίσκεις, τὰ εὑρισκόμενα ζήτει, καὶ εὑρίσκεις. ἐὰν γὰρ ζητῇς, παρὰ τίνος ἔχεις μαθεῖν; παρὰ τῆς γῆς; οὐχ ὑφίστατο. παρὰ θαλάσσης; οὐδέπω ἐκέτιστο ἡ ὑγρά. παρὰ οὐρανοῦ; οὐκ ἦν ποιηθείς. παρὰ ἡλίου καὶ σελήνης καὶ ἄστρων; οὐδέπω δεδημιούργηντο. παρὰ ἀγγέλων καὶ ἀρχαγγέλων; οὐδέπω ἦσαν, ἐπείπερ καὶ αὐτῶν ποιητὴς ὁ υἱός. ἀλλὰ παρὰ αἰώνων; πρὸ αἰώνων ὁ μονογενής.