Ancient Greek
ΛΟΓΟΣ Γ, Chapter 19
Gelasius, Historia Ecclesiastica 19.14
Not analysed yet
>οὕτω πίστευε. εἴ τι περαιτέρω προσπλέκεις, τοῦτ’ ἀναιρ· εἴ τι >πρὸς ἀσεβῆ χωρισμὸν συλκαττύεις, τοῦτο οὔτε ὁρᾶν οὔτε νοεῖν >ὁμολογῶ· εἰ »τὴν τοῦ σώματος ξενίαν πρὸς οἰκονομίαν τῶν θείων >ἐνεργειῶν« παραλαμβάνεις, οὐκ ἀποδοκιμάζω. εἰ »τὸ πνεῦμα ἀίδιο- >τητος ἐν τῷ ὑπερέχοντι λόγῳ γεγενῆσθαι« λέγεις, δέχομαι. τίς ἔγνω >τὸν πατέρα, εἰ μὴ ὁ ἐλθὼν ἀπὸ τοῦ πατρός; τίνα ἔγνω ὁ πατήρ, εἰ >μὴ ὃν ἀϊδίως καὶ ἀνάρχως ἐξ αὐτοῦ γεγέννηκε; σὺ μὲν ὑπόστασιν >ξένην« ὑποτάττειν οἴει δεῖν κακῶς δήπου πιστεύων, ἐγὼ δὲ τῆς >ὑπερεξόχου καὶ ἐπὶ πάντα διηκούσης δυνάμεως τὸ πλήρωμα πατρὸς >καὶ υἱοῦ οὐσίαν μίαν εἶναι γινώσκω.