Ancient Greek · ~5 min
19.15 to 19.19
Gelasius, Historia Ecclesiastica 19.15-19
Not analysed yet
μὴ ἐξέταζε τὰ μὴ ἀεὶ ὄντα περὶ τοῦ ἀεὶ ὄντος. ἄρρητος, #x003E; ἀγέννητος ὁ πατήρ· ἄρρητος, ἀρρήτως γεγεννημένος ἐξ αὐτοῦ ὁ υἱός. σιώπησον περὶ τοῦ πῶς, καὶ παραχώρει τοῦτο τῷ γεγεννηκότι καὶ τῷ γεγεννημένῳ. ὁ γὰρ πατὴρ μόνος γινώσκει τὸν υἱὸν τίς ἐστι καὶ ὁ υἱὸς τὸν πατέρα καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι, καθά φησι αὐτοῦ τὸ εὐαγγέλιον. εἰ δὲ μὴ θέλεις παύσασθαι τὸ πῶς, ἀλλὰ φιλονεικεῖς διερευνᾶν τὰ ἀνεξερεύνητα, καταγελῶμέν σου τὴν τόλμαν, μᾶλλον δὲ καὶ πενθοῦμέν σε, ὅτι οὐ πίστει θέλεις νοεῖν τὸν θεὸν ἀεὶ πατέρα τοῦ υἱοῦ αὐτοῦ καὶ τὸν μονογενῆ υἱὸν αὐτοῦ ἀεὶ υἱὸν αὐτοῦ, συνυπάρχοντα ἀεὶ τῷ πατρὶ καὶ οὐ μεταγενέστερον, καθὼς σὺ ἀσεβῶς φής. ἀλλὰ νόει πίστει καὶ ὁμολόγει τέλειον ἐκ τελείου τὸν υἱόν, ὡς πολλάκις ἤκουσας, φῶς ἀΐδιον ἐκ φωτὸς ἀϊδίου, θεὸν ἀληθινὸν ἐξ ἀληθινοῦ θεοῦ καὶ πατρός, ἄκτιστον ἐξ ἀκτίστου, ἀσύνθετον ἐξ ἀσυνθέτου, ἀεὶ ὄντα πρὸς τὸν πατέρα· ἐν ἀρχῇ γὰρ ἠν ὁ λόγος, καθά φησιν Ἰωάννης ὁ εὐαγγελιστής, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος«. τὸ ἠν, φιλόσοφε, τὸ προϋπάρχον οὐκ ἔχει, τὸ ἠν, φιλόσοφε, περιγράφει τὸ οὐκ ἠν, καθὰ προαπεδείξαμεν, καὶ τὸ θεὸς περιγράφει τὸ οὐ θεός. τοῖς γεγραμμένοις πίστευε, τὰ μὴ γεγραμμέια μὴ ἐννόει μηδὲ ζήτει.