Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 19
Gelasius, Historia Ecclesiastica 19.20
Not analysed yet
πίστευε ὅτι πάντα αὐτὸς ἐδημιούργησεν ὁ υἱὸς τὰ γεγενημένα νεύματι πατρικῷ οὐκ ὀφθαλμῶν βλέμματι, ἀσύνθετος γὰρ ὁ θεός, ὡς προειρήκαμεν, ἀλλὰ νεύματι, ὡς αὐτὸς οἶδε μόνος, ὅπερ ἡμεῖς πίστει νοοῦντες κηρύττομεν κατὰ τὴν διδασκαλίαν τῶν ἱερῶν γραφῶν, ὅτι βουλῇ τοῦ πατρὸς καὶ ἑαυτοῦ δεδημιούργηκε πᾶσαν τὴν κτίσιν τήν τε ἐπουράνιον καὶ ἐπίγειον τήν τε ὁρωμένην καὶ νοουμένην οὐκ ὀργάνοις οὔτε μηχαναῖς οὐδὲ συτεργίᾳ τινὸς ἑτέρου, ἀλλὰ βουλήσει πατρός, καθὰ ἀρτίως εἰρήκαμεν, τοῦ εἰπόντος πρὸς αὐτὸν καὶ τὸ πνεῦμα τὸ ὅγιον »ποιήσωμεν ποιήσοιμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν‘.