Ancient Greek · ~3 min
19.21 to 19.24
Gelasius, Historia Ecclesiastica 19.21-24
Not analysed yet
οὐκ εἶπε ποίησον ἢ ποιήσατε, ἀλλὰ ποιήσωμεν, δεικνὺς τὸ ὁμοούσιον καὶ ὁμότιμον ἐπὶ τῆς μακαρίας ἐκείνης καὶ ἀφράστου τριάδος. μὴ ὑπογόγγυζε, ὦ φιλόσοφε, καὶ τοὺς ὀφθαλμοὺς ἀνακίνει, ἀλλὰ ὅρα τῷ τῆς διανοίας βλέμματι τὴν τῶν ἀποστολικῶν δογμάτων ἀκρίβειαν καὶ δέχου πιστῶς μὴ ἐπὶ πλεῖον γινόμενος ἄπιστος, ἀλλὰ πιστός. ἄκουε τοίνυν καὶ σύνες· ὁ τοῦ θεοῦ λόγος, ὁ πρὸ αἰώνων αὐτοῦ υἱός, πρὸς ὃν »ποιήσωμεν ποιήσωμεν ἄνθρωπον« καὶ τὰ ἑξῆς αὐτὸς πάλιν ἐπ ἐσχάτων τῶν ἡμερῶν βουλῇ πατρικῇ καὶ οἰκείᾳ ἄνθρωπος γέγονε, σαρκωθεὶς ἐκ παρθένου διὰ τὸν ἐκπεσόντα ἄνθρωπον Ἀδάμ, ὁ ἀσώματος ἐν σώματι κενώσας ἑαυτόν, ὡς εἶπεν ὁ ἀπόστολος Παῦλος διὰ τὸ σῶμα, ἔλαβε νέφος ὁ θεὸς λόγος τὸ σῶμα, ἴνα μὴ καταφλέξῃ τὰς κτιστὰς φύσεις τὰς ἐν τῷ κόσμῳ· »θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε. .