Ancient Greek
20.5 to 20.8
Gelasius, Historia Ecclesiastica 20.5-8
Not analysed yet
οἷς ἐπιλέγει »μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη« καὶ οἶσθα, ὦ φιλόσοφε, ἐπερωτηθεὶς παρὰ τῶν ἁγίων ἐπισκόπων· τίς ὁ ἐπὶ τῆς γῆς ὀφθεὶς καὶ τοῖς ἀνθρώποις συναναστραφείς, ὁ πατὴρ ἢ ὁ υἱός> καὶ ὁμολογήσας ὅτι ὁ υἱός, καθὼς αἱ θεῖαι γραφαὶ οὐ ταῦτα εἴρηκας; πῶς πάλιν ἐπὶ τὸν βυθὸν τῆς μοχθηρίας Ἀρείου ἑαυτὸν ἀκοντίζεις, μᾶλλον δὲ βυθίζεις; οὐ γὰρ ἀνέξευξας χωρισθεὶς ἐκείνου, ὡς ἑαυτὸν συνέξευξας. προκρίνεις, ὠ ἄθλιε, τῶν ἀποστολικῶν δογμάτων τὰ Ἀρείου βλάσφημα ῥήματα, κτίσμα καὶ ἐργαλεῖον τὸν υἱὸν τοῦ θεοῦ ἀποκαλῶν. ἄκουε τοίνυν πρὸς ἡμῶν ὦ φιλόσοφε, εἴπερ φιλόσοφος εἶ, καὶ πείθου μὴ αὐτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ τὴν κτιστὴν σοφίαν τὴν λογιστικὴν τὴν τῷ ἀνθρώπῳ ὑπ᾿ αὐτοῦ τοῦ υἱοῦ τοῦ θεοῦ δοθεῖσαν τοῦ κτίσαντος χώρας καὶ ἀοικήτους. ἐπίστησόν σου τὸν νοῦν, μὴ πρὸς ἀπέχθειαν βλέπων, ἀλλὰ πρὸς ἀλήθειαν καὶ ὁδηγήσει σε αὐτὴ ἡ ἀλήθεια, καὶ γνώσῃ ὅτι οὐ κτίσμα ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, ἀλλὰ αὐτὸς κτίστης καὶ δημιουργὸς πασῶν τῶν κτιστῶν φύσεων, καθὼς καὶ αὐτὸς μικρὸν διαβλέψας νενόηκας καὶ νοήσεις, ὥς γε ἐγὼ πεπίστευκα, εἴπερ σωθῆναι ποθεῖς.