Ancient Greek · ~3 min
21.1 to 21.2
Gelasius, Historia Ecclesiastica 21.1-2
Not analysed yet
Ἀντίρρησις τοῦ φιλοσόφου κατὰ τοῦ ἁγίου πνεύματος· ἔστω, φησί, πιστὰ περὶ τοῦ υἱοῦ καὶ ἀναμφίλεκτα, ὥς φατε, ὅτι ἔκτισεν ἢ ὅτι συνέκτισε τῷ θεῷ καὶ πατρί, ὡς αἱ μαρτυρίαι καὶ καὶ ὅτι οὐ ποίημα ἀλλὰ γέννημα τοῦ θεοῦ φύσει ἐξ αὐτοῦ γεγεννυμένος καὶ ἰδοὺ δεχόμεθα. μὴ καὶ περὶ τοῦ πνεύματος ἔχετέ τι λέγειν; τίς γὰρ τολμήσειε φῆσαι τὸ ἅγιον πνεῦμα κτίστην τινῶν γενητῶν φύσεων; ποῦ δὲ καὶ μαρτυρίαι περὶ αὐτοῦ λέγουσι δεδημιουργηκέναι αὐτό τι τῶν ὁρατῶν καὶ ἀοράτων κτισμάτων; τίς δὲ ὅλως ἀνεγράψατο περὶ αὐτοῦ ὡς περὶ τοῦ υἱοῦ; υἱοῦ; τις ὑμῶν, εἰ ἔχοι. ἀνταπόκρισις τῶν πατέρων διὰ Πρωτογένους ἐπισκόπου Σαρ- δικῆς·