Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 21
Gelasius, Historia Ecclesiastica 21.3
Not analysed yet
οὐκ ἔστι δυσχερές, ὦ φιλόσοφε, ἐπιδεῖξαί σοι τὰς μαρτυρίας τῶν ἐνεργειῶν τοῦ ἁγίου πνεύματος, ἃς οἱ πατέρες ἡμῶν ἐξέθεντο περὶ αὐτοῦ, ὅτι ἔκτισε. πάλιν φήσωμεν τὸ περὶ τῆς κτίσεως ῥηθὲν καὶ εἶπεν ὁ θεός, ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ὴμετέραν καὶ καθ’ ὁμοίωσιν« καὶ ἐπήγαγε λέγων καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρρεν καὶ θῆλυ ἐποίησεν αὐτούς‘.