Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 21
Gelasius, Historia Ecclesiastica 21.14
Not analysed yet
ἐπιστήσας οὖν τὸν νοῦν σου ἐκ τῶν προλεχθέντων σοι ἄκουε καὶ νῦν σαφεστέρας ἀποδείξεις περὶ αὐτοῦ ἐκ τῶν ἱερῶν γραφῶν. λέγει ὁ προφήτης Δαυὶδ ἐν τῷ ζ΄ ψαλμῷ ᾄσατε τῷ κυρίῳ ᾆσμα και- νόν«. διὰ τί; »ὅτι θαυμαστὰ ἐποίησεν ὁ κύριος, ἴσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ‘ —ἀντὶ τοῦ ὁ υἱὸς αὐτοῦ —καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ« —τὸ πνεῦμα λέγων τὸ ἅγιον.