Ancient Greek · ~6 min
21.7 to 21.13
Gelasius, Historia Ecclesiastica 21.7-13
Not analysed yet
ἐν βίβλῳ δὲ ἀναλήψεως Μωσέως Μιχαὴλ ὁ ἀρχάγγελος διαλεγόμενος τῷ διαβόλῳ λέγει »ἀπὸ γὰρ πνεύματος ἁγίου αὐτοῦ πάντες ἐκτίσθημεν« κοὶ πάλιν λέγει »ἀπὸ προσώπου τοῦ θεοῦ ἐξῆλθε τὸ πνεῦμα αὐτοῦ, καὶ ὁ κόσμος ἐγένετο«· ἴσον ἐστὶ τοῦτο τοῦ »πάντα δἰ αὐτοῦ ἐγένετο«. ἀχώριστος γὰρ ἀεὶ ἡ θεία καὶ ἄρρητος τριάς, ὅ τε πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, δημιουργήσασα ἅμα πᾶσαν τὴν κτίσιν τήν τε νοητὴν καὶ αἰσθητήν. λέγει γὰρ καὶ ἐν τῷ λβ΄ ψαλμῷ· λόγῳ κυρίου κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν«. ἄκουε δὴ τοῦ θεοῦ ἐν Ἠσαίᾳ λέγοντος ἐγὼ κύριος ὁ θεός σου, ἐπακούσομαί σου θεὸς Ἰσραήλ«. εἰπὼν δὲ περὶ τῶν εὐεργεσιῶν τὰ πρὸς τὸν λαὸν ἐπάγει λέγων »ἵνα ἴδωσι καὶ νοήσωσι καὶ ἐπίστωνται ἅμα, ὅτι χεὶρ κυρίου ἐποίησε πάντα ταῦτα, καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν αὐτά«, χεῖρα φήσας τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ, ἅγιον δὲ τοῦ Ἰσραὴλ τὸν υἱὸν αὐτοῦ, καὶ πάλιν πρὸς Ἰακὼβ εἶπεν >ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν«, καθὰ καὶ Ἰεζεκιὴλ λέγει »ἐγένετο χεὶρ κυρίου ἐπ’ ἐμέ''. εἴωθεν ἡ γραφή. ὦ φιλόσοφε, ἢ χεῖρα ἢ βραχίονα καλεῖν τὸ πνεῦμα τὸ ἃγιον τοῦ θεοῦ, δεξιὰν δὲ τὸν υἱὸν αὐτοῦ. ἔτι οἱ ἅγιοι πατέρες εἶπον διὰ Λεονπερὶ ἐπισκόπου Καισαρείας Καππαδοκίας· ἱκανὰ μὲν τὰ λεχθέντα περὶ τῶν ἐνεργειῶν τοῦ ἁγίου πνεύματος πεῖσαί σε, φιλόσοφε, ὅτι συνδημιουργὸν τῷ πατρὶ καὶ τῷ υἱῷ πασῶν τῶν κτιστῶν φύσεων καὶ τῆς αὐτῆς θεότητος καὶ οὐσίας, ἡς ὁ πατὴρ καὶ ὁ υἱός.