Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 21
Gelasius, Historia Ecclesiastica 21.15
Not analysed yet
καὶ ἐν καθολικαῖς δὲ Ἰωάννης ὁ εὐαγγελιστὴς βοᾷ περὶ τοῦ πνεύματος τοῦ ἁγίου θεολογῶν· αὐτὸ καὶ αὐτὸς καθὰ καὶ πάντες τὸ πνεῦμά ἐστι τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια« καὶ μετ’ ὀλίγα ὁ πιστεύων, φησίν, εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν τοῦ θεοῦ ἐν ἑαυτῷ« —ἀντὶ τοῦ τὸ πνεῦμα τοῦ θεοῦ —»ὁ δὲ μὴ πιστεύων τῷ υἱῷ ψεύστην πεποίηκεν αὐτόν«.