Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 21
Gelasius, Historia Ecclesiastica 21.16
Not analysed yet
καὶ ὁ μέγας δὲ τῶν ἀποστόλων πρόβολος ὁ θεῖος Πέτρος φησὶ πρὸς Ἀνανίαν »εἰς τί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον«; καὶ μετ’ ὀλίγα »οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ θεῷ« καὶ ἐν τῇ παλαιᾷ πάλαι »τὸν οὐρανόν, φησί, καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος«. καὶ ὁ Σολομὼν δὲ δεικνύς, τίς ὁ πληρῶν, λέγει »πνεῦμα κυρίου πεπλήρωκε τὴν οἰκουμένην«.