Ancient Greek · ~3 min
21.4 to 21.5
Gelasius, Historia Ecclesiastica 21.4-5
Not analysed yet
ὡς οὐν θεός ἐστιν ὁ πατὴρ ὁ εἰπὼν τῷ υἱῷ ποιήσωμεν‘, ὁ δὲ υἱὸς θεὸς ὢν ἐποίησε τὸν ἄνθρωπον, εἰ οὖν θεὸν λέγομεν τὸν εἰπόντα καὶ τὸν ποιήσαντα τὸν Ἀδὰμ καὶ τὴν Εὔαν, λοιπὸν ἄκουσον περὶ τοῦ ἁγίου πνεύματος· ὁ ποιήσας τὸν Ἀδὰμ θεὸς ἠν, ἢ οἱ; ὁ φιλόσοφος· ναὶ θεός ἐστιν. ὁ ἐπίσκοπος· ἐν τῇ βίβλῳ Ἰὼβ Ἐλιοὺμ ὁ Βουζανίτης λέγει πρὸς Ἰὼβ »πνεῦμα θεῖον τὸ ποιῆσάν με«. εἰ οὖν θεός ἐστιν ὁ ποιήσας τὸν Ἀδάμ, τί εἴποις τὸν ποιήσαντα τὸν Ἐλιούμ; ἢ ἑτεροούσιος δοκεῖ σοι εἶναι ὁ Ἐλιοὺμ τοῦ Ἀδάμ; τῶν γὰρ δημιουργῶν ἐπὶ τῆς ἴσης ἐπιστήμης τὸ ἰσοσχέδιον τοῦ συμπεράσματος φανεροῦσθαι πέφυκεν ἐπὶ τὸ τοῦ ἀνθρώπου πρόσωπον.