Ancient Greek
ΛΟΓΟΣ Bݲ, Chapter 21
Gelasius, Historia Ecclesiastica 21.6
Not analysed yet
τί οὖν λέξεις, φιλόσοφε, τὸν ποιήσαντα τὸν Ἐλιούμ; ἆρα οὐχὶ θεὸν καὶ ποιητὴν ἀνθρώπου; ὡς γὰρ ἴφη περὶ τοῦ ποιήσαντος τὸν Ἀδὰμ »καὶ ἐποίησεν ὁ θεὸς τὸν Ἀδάμ«, οὕτως ἡμᾶς ἡμᾶς δίκαιον καὶ περὶ τοῦ ποιήσαντος τὸν Ἐλιούμ, ὅτι θεὸς τὸ ἅγιον πνεῦμα· ὡν γὰρ ἴση τῆς δημιουργίας ἡ πλάσις, ἴση καὶ ἡ τῶν δημιουργῶν προσηγορία, εἴπερ μία θεότης τῆς ἁγίας τριάδος ἐν τρισὶν ὑποστάσεσι τελείαις καὶ ἴσαις νοουμένη.