Ancient Greek · ~4 min
22.14 to 22.17
Gelasius, Historia Ecclesiastica 22.14-17
Not analysed yet
δεῖξον ἡμῖν, εἰ δύνῃ, διαχωρίσας ἀπ’ ἀλλήλων τὰ τρία καὶ μὴ οὐχὶ ὡσαύτω ὂν πῦρ ἀπαύγασμα φῶς, μιᾶς οὔσης τῆς τοῦ πυρὸς φύσεως. ταῦτα κατὰ νοῦν λαβὼν τὰ αἰσθητὰ καὶ κτιστά, εἰ καὶ ἀσύγκριτα, ὡς ἀρτίως εἰρήκαμεν, πρὸς τὴν ἀίδιον καὶ ἄκτιστον τοῦ Μοῦ οὐσίαν, πλὴν δέχου ἐκ τούτων ἀφορμὰς σωτηρίους καὶ πτερώσας τῇ πίστει τὸ τῆς διανοίας σου ὄμμα ἀνάβηθι ἐπὶ τὴν ὑψηλὴν τοῦ θεοῦ ἐπίγνωσιν· καὶ ἀπαντήσει σοι, ὥς γε εὐχόμεθα καὶ πιστεύομεν, ἐναστράπτουσά σοι ἡ χάρις ἡ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, δεικνύουσά σοι μίαν θεότητα, πῦρ οὖσαν ἀθάνατον καὶ ἀπαύγασμα καὶ φῶς, ἁπλῆν καὶ ἀσύνθετον ἀχώριστον ἀδιαίρετον ἀπερινόητον καὶ ἀνέκφραστον, τριάδα ἀληθῶς ὁμοούσιον τὴν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. Ὅπου πιστεύει ὁ φιλόσοφος εἰς τὴν ἁγίαν τριάδα. ταῦτα ἀκούσας ὁ φιλόσοφος καὶ ὡς ἐν ἐκστάσει γενόμενος ἀπηνεώθη ἐπὶ πλεῖστον ὅσον καὶ »οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτὸν« φόβος τε πολὺς ἐπέπεσεν ἐπ’ αὐτόν· εἶτα εἰς ἑαυτὸν ἐλθὼν ἀνεκραύγασε μέγα, εἰπών·