Ancient Greek
ΛΟΓΟΣ Bݲ, Chapter 22
Gelasius, Historia Ecclesiastica 22.18
Not analysed yet
δόξα σοι, ὁ θεὸς ὁ ἐμπνεύσας τούτοις τοῖς ἁγίοις σου τὸ ὑπὲρ πάντα νοῦν μυστήριον τῆς ἀχράντου καὶ ἀχωρίστου καὶ ἀκτίστου θεότητος· ἀλλὰ δέομαί σου, Χριστέ, ὡς παναγάθου πατρὸς πανάγαθος υἱός, πάρες ἅπερ εἰς σὲ ὑπαχθεὶς ταῖς ἀσεβέσι παρὰ τοῦ Αρείου ζόξαις ἥμαρτον, καὶ μὴ εἰσπραχθήσομαι δίκας παρὰ σοὶ τῷ δικαίῳ κριτῇ ὑπὲρ τῶν ἀσεβῶν ῥημάτων ἐκείνων, ὧν κατὰ σοῦ ἀπέφηνα ὁ τάλας.