Ancient Greek · ~7 min
22.8 to 22.13
Gelasius, Historia Ecclesiastica 22.8-13
Not analysed yet
ἄκουε δὴ καὶ νῦν, ἄκουε, ὠ φιλόσοφε. ἤδη προϋπεθέμεθά σου τῇ διανοίᾳ διὰ πλείστων ὅσων τῶν ἐκ τῶν θείων γραφῶν, ὅτι ἡ θεότης ἁπλῆ τίς ἐστι καὶ ἀσύνθετος, ὡς καὶ αὐτὸς καθωμολόγησας ἐν ἀρχῇ σου τῶν προτάσεων, καὶ ὅτι πῦρ ἀθάνατόν τε καὶ ἀίδιον καὶ ἄκτιστον οὐσα τῇ φύσει φῶς τε ἀχώρητον καὶ ἀκατάληπτον κοὶ οὐκ ἐν ἑνὶ προσώπῳ κατὰ τὸ δοκοῦν Ἰουδαίοις νοουμένη, ἀλλ᾿ ἐν τριάδι ἀεὶ ἀχωρίστοις οὐσι Προσώποις παρὰ πᾶσι Χριστιανοῖς πεπίστευται καὶ κηρύττεται ἡ ἀχώριστος τριὰς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, καθάπερ ἀποδέδεικται. μάνθανε δὲ καὶ νῦν, ὠ φιλόσοφε —εἰ καὶ τολμηρὸν ποιοῦμεν, ἀλλὰ ἵλεως ἡμῖν ἡ θεία μεγαλειότης· ὑπὲρ ὑπὲρ γὰρ τῆς σῆς καὶ τῶν λοιπῶν σωτηρίας ὁ πόνος ἡμῖν διανύεται —μάνθανε τοίνυν ἐκ τῶν αἰσθητῶν περὶ τῶν νοητῶν καὶ ἐκ τῶν κατὰ νοῦν περὶ τῶν ὑπὲρ νοῦν καὶ ἐκ τῶν λεγομένων περὶ τῶνὑπὲρ λόγον, εἰ καὶ ἀσύγκριτα πάντα τά τε ὁρώμενα τά τε νοούμενα τῶν τε »ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων« κτισμάτων των πρὸς τὴν ἄκτιστον ἐκείνην καὶ ἀκατάληπτον καὶ ἀθάνατον τοῦ θεοῦ οὐσίαν· πλὴν τὸ ἐμπεσὸν ὑπόδειγμα οὐ μέτριον πρὸς ὠφέλειαν τοῖς πιστῶς δεχομένοις, ἀλλ᾿ ἱκανὴν εἰκόνα παρέχον τῆς εὐσεβείας τοῖς εὐσεβῶς ἐθέλουσι νοεῖν λέξωμεν. τὸ αἰσθητὸν τοῦτο πῦρ φύσις μία ὂν ἤτοι οὐσία τριάς ἐστι κατὰ ταὐτό, πῦρ ἀπαύγασμα φῶς. καὶ οὐδὲν τούτων προϋπάρχον τοῦ θατέρου εὑρίσκεται, ἀλλ᾿ ἔστιν ἀχωρίστως ἀλλήλων τὰ τρία, τὸ πῦρ, τὸ ἐξ αὐτοῦ ἀπαύγασμα καὶ τὸ φῶς. διαχώρισον τοίννυ, εἰ δύνῃ, ὠ φιλόσοφε τὰ τρία καὶ δεῖξον ἡμῖν θάτερον τοῦ θατέρου προϋπάρχον· ἢ τοῦ ἀπαυγάσματος τὸ πῦρ καθ’ ἑαυτὸ προϋπάρχον καὶ μεταγενέστερον μετὰ χρόνους τινὰς τοῦ πυρὸς τὸ ἀπαύγασμα, ἢ μεταγενέστερον πάλιν ἢ εταχρόνιον τοῦ πυρὸς καὶ τοῦ ἀπαυγάσματος τὸ φῶς ἢ προχρόνιον.