Ancient Greek · ~4 min
22.19 to 22.21
Gelasius, Historia Ecclesiastica 22.19-21
Not analysed yet
οὐαὶ Ἀρείῳ καὶ τῇ συμμορίᾳ αὐτοῦ τῇ ἀσεβεῖ, βλασφημήσασιν εἰς τὸν υἱὸν τοῦ θεοῦ λέγουσιν] ἦν ποτε ὅτε οὐκ ἦν καὶ ὅτι κτίσμα καὶ ποίημα καὶ ἐξ ἑτέρας οὐσίας οὐσίας υἱὸς τοῦ θεοῦ καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ μὴ τῆς αὐτῆς οὐσίας ἡς ὁ πατὴρ εἰρηκόσι τὸν υἱὸν τοῦ θεοῦ καὶ τὸ πνεῦμα τὸ . ἀναθεματίζω νῦν καὶ πάντοτε Ἄρειον καὶ τὰς ἀσεβεῖς αὐτοῦ δόξας καὶ τοὺς τὰ αὐτοῦ φρονοῦντας πάντας καὶ τοὺς βλασημοῦντας κατά τε τοῦ πατρὸς κατά τε τοῦ υἱοῦ καὶ κατὰ τοῦ ἁγίου πνεύματος· ὁ γὰρ τὸν υἱὸν μὴ ἔχων οὐδὲ τὸν πατέρα ἔχει· ι· καὶ ὁ εἰς τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον βλασφημήσας εἰς τὸν πατέρα ἐβλασφήμησε. καθικετεύω τὴν ὑμετέραν ἱερὰν γερουσίαν, βοηθήσατέ μοι διὰ τῶν ὑπὲρ ἐμοῦ πρὸς τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ ἱκεσιῶν ὑμῶν ὑμῶν ἀκολουθοῦντι μάλιστα τοῖς δι’ ὑμῶν ὑπὸ τοῦ ἁγίου πνεύματος ἐκτεθεῖσι καὶ ὁρι- ζομένοις, κοὶ ὁμολογῶ ταῦτα ἀληθῆ εἶναι καὶ βέβαια.