Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 22
Gelasius, Historia Ecclesiastica 22.7
Not analysed yet
μή με οἴεσθε ἀποστρέφεσθαι τὰ τῆς ἀληθείας δόγματα, ἠ γὰρ ἂν ἐκ πρώτης καταρχῆς τῶν λόγων παρωσάμην ὑμῶν τοὺς λόγους, ἀλλὰ διὰ τοῦτο διερευνῶ τὰς τῶν νοημάτων ὑμῶν σημασίας, ἵνα σαφεστέρα μοι καὶ διευκρινὴς γένηται ἡ τῶν λεγομένων παρ΄ ὑμῶν ὑπόθεσις. ἀπόκρισις τῶν ἁγίων πατέρων ὑποθετικὴ πρὸς τὸν φιλόσοφον περὶ πυρὸς καὶ ἀπαυγάσματος καὶ φωτὸς διὰ τοῦ αὐτοῦ Λεοντίου ἐπισκόπου·