Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 23
Gelasius, Historia Ecclesiastica 23.12
Not analysed yet
εἰ οὖν κατὰ τὴν ἀσεβῆ μοχθηρίαν Ἀρείου ἄλλη τις οὐσία κτιστή ἐστι τοῦ υἱοῦ καὶ μεταγενέστερος τοῦ πατρὸς θεός, λέγει δὲ περὶ αὐτοῦ ἡ γραφή· »οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν«, οὐ θεὸς ὁ πατὴρ κατὰ τὴν Ἀρείου ἀσέβειαν, ἐπείπερ λέγει περὶ τοῦ υἱοῦ »οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν«, καὶ ἐλέγχονται οἱ ἀσεβεῖς Ἀρειομανῖται σὺν τῷ τῆς βλασφημίας αὐτῶν αὐθέντῃ πρὸ τῆς περὶ τοῦ υἱοῦ ἀρνήσεως αὐτὸν τὸν πατέρα ἐκβαλόντες τῆς θεότητος, καὶ ἄθεοι παντελῶς εὑρίσκονται οἱ τῆς ἀληθείας πολέμιοι.