Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 23
Gelasius, Historia Ecclesiastica 23.13
Not analysed yet
ὁ γὰρ τὸν υἱὸν μὴ ἔχων, καθά φησιν ἐν καθολικαῖς, »οὐδὲ τὸν πατέρα ἔχει«, ἡ δὲ καθολικὴ πίστις μίαν θεότητα οἶδε καὶ ταύτην πρεσβεύει τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, παρ᾿ ἣν οὐ λογισθήσεται ἑτέρα. τὸ δὲ μυστήριον τοῦτο τῆς ἁγίας κοὶ προσκυνητῆς καὶ ὁμοουσίου τριάδος ἀπερινόητον καὶ ἀνέκφραστον καὶ πάντη ἀκατάληπτον ὑπάρχει πίστει μόνῃ νοεῖσθαι δυνάμενον.