Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 24
Gelasius, Historia Ecclesiastica 24.1
Not analysed yet
Καὶ ὁ φιλόσοφος· θεῖα ὡς ἀληθῶς καὶ φωτὸς ἔμπλεα τὰ παρὰ τοῦ ἁγίου πνεύματος δέ ὑμῶν ἐκφωνηθέντα. δέομαι δὲ ὑμῶν, ἐρασμίων μοι ὄντων τῶν ἱερῶν τῆς διδασκαλίας ὑμῶν λόγων, ὑπόσχετέ μοι τὰς εὐαγεῖς ὑμῶν ἀκοὰς καὶ πρὸς ἃ ἐπερωτῶ διδάξατε, ἵνα πληρεστάτην λήψεσθε παρὰ τοῦ θεοῦ τὴν ὑπὲρ τῆς ἐμῆς σωτηρίας ἀμοιβήν. ἀπόκρισις τῶν ἁγίων πατέρων διὰ τοῦ αὐτοῦ ἐπισκόπου Λεοντίου·