Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 24
Gelasius, Historia Ecclesiastica 24.16
Not analysed yet
τὸ γὰρ παντελῶς καταληπτικὸν τοῦ μυστηρίου ἐκείνου, τῆς τοῦ κυρίου ἐνσάρκου οἰκονομίας, πῶς γέγονεν, οἶδεν ἀνθρώπων οὐδὲ ἀγγέλων οὐδείς, οὐδὲ αὐτὸς Γαβριὴλ ὁ διακονησάμενος τῷ μυστηρίῳ ἐκείνῳ, οὐδὲ ἡ πάναγνος καὶ καθαρὰ καὶ ἁγία παρθένος Μαρία παραστῆσαι δυνήσεται τὴν ὅλην τῆς αὐτῆς τοῦ θεοῦ λόγου σαρκώσεως κατάληψιν —αὐτὸς γὰρ μόνος ὁ μονογενὴς τοῦ θεοῦ υἱὸς τὸ ἀκριβὲς οἶδε τῆς ἑαυτοῦ δι᾿ ἡμᾶς ἐνανθρωπήσεως —