Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 24
Gelasius, Historia Ecclesiastica 24.17
Not analysed yet
εἰ γὰρ καὶ »παρέδοσαν ἡμῖν οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου« καθά φησιν ὁ Λουκᾶς, Περὶ τῆς ἐνσάρκου αὐτοῦ οἰκονομίας ὅτι »ἐκ σπέρματος Δαυῒδ καὶ Ἀβραὰμ τὸ κατὰ σάρκα« καὶ τὸ »ἐξ ἧς ἐγεννήθη Ἰησοῦς«, τοῦτ’ ἔστιν ἐκ τῆς παρθένου, »ὁ λεγόμενος Χριστός«, καὶ ὅτι »ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα«, καὶ ὅτι »οὐκ ἀγγέλων, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπελάβετο«, καὶ ὅτι »κατὰ πάντα ὡμοιώθη ἡμῖν, πλὴν τῆς ἁμαρτίας«.