Ancient Greek · ~4 min
24.18 to 24.21
Gelasius, Historia Ecclesiastica 24.18-21
Not analysed yet
ταῦτα ἔσμεν· ὁ ὁ τρόπος, πῶς ταῦτα γεγένηται, πάσης λογικῆς φύσεως ὑπερβαίνει διάνοιαν. λέγει γὰρ καὶ περὶ τούτου Ἱερεμίας ὁ προφήτης »καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν αὐτόν«; Θαυμάζοντος δὲ τοῦ φιλοσόφου καὶ Παντὸς τοῦ συναθροισθέντος πλήθους εἰς τὴν ἀκρόασιν προσθέντες οἱ ἅγιοι πατέρες διὰ Μακαρίου ἐπισκόπου Ἱεροσολύμων εἶπον· ἤδη διὰ πλείστων ὅσων ἀπεδείξαμεν, ὅτι θεὸς ὢν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ γέγονεν ἄνθρωπος διὰ φιλανθρωπίαν, σαρκωθεὶς καὶ γεννηθεὶς ἐκ τῆς παρθένου θένου Μαρίας ἀπορρήτῳ γεννήσει. ἐπειδὴ γὰρ ἠβουλήθη, ὡς προαπέδειξεν ὁ λόγος, ἀνακαινίσαι τὰ διὰ τὴν ἀπόπτωσιν τῶν πρωτοπλάστων Μέντα, γέγονεν ἐν τοῖς ἡμετέροις, ἵνα ἡμᾶς ποιήσῃ ἐν τοῖς ἑαυτοῦ, συγκαταβὰς ὡς ἰατρὸς ἄριστος τῇ ἀσθενείᾳ ἡμῶν. πάλιν ἐροῦμεν τὸ συγκαταβῆναι καὶ τὸ κατελθεῖν καὶ τὸ ἀπεστάλθαι κατὰ τὸν τῆς ἐναθρωπήσεως αὐτοῦ τρόπον διαληπτέον, ὡς προαπεδείξαμεν· τῇ γὰρ θεότητι αὐτοῦ τὰ πάντα σὺν τῷ πατρὶ πληροῖ ἀεὶ κατὰ τὰς προαποδοθείσας ἐννοίας.