Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 24
Gelasius, Historia Ecclesiastica 24.22
Not analysed yet
ἄκουε τοίνυν· γεννώμεθα ἐκ γυναικός· ἦλθε διὰ φιλανθρωπίαν εἰς τοῦτο, ἀλλ’ ἡμεῖς μὲν ἐξ ἡδονῆς ὕπνου καὶ σπέρματος ἀνδρός, αὐτὸς δὲ μόνος ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου. γαλακτοτροφούμεθα· ἠλθε καὶ εἰς τοῦτο σαρκὶ ὁ τῇ θεότητι αὐτοῦ διδοὺς τροφὴν πάσῃ σαρκί. γινόμεθα εἰς προκοπὴν καὶ αὔξησιν ἡλικίας· οὐκ ἀπηξίωσε γενέσθαι καὶ αὐτὸς τοῦτο σωματικῶς, καθὼς γέγραπται ὅτι »Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις«·