Ancient Greek · ~6 min
24.23 to 24.27
Gelasius, Historia Ecclesiastica 24.23-27
Not analysed yet
καὶ ἕως τρικοστοετοῦς χρόνου διανύσας, ἵνα πᾶσαν ἡλικίαν εὐλογήσῃ, τότε ἐπὶ τὸ βάπτισμα ἔρχεται, κηρύσσοντος Ἰωάννου υἱοῦ Ζαχαρίου τῷ λαῷ βάπτισμα μετανοίας, οὐκ ἀφέσεως ἁμαρτιῶν οὔτε υἱοθεσίας δῶρον διδόντος· οὐ γὰρ ἦν Ἰωάννου ταῦτα δοῦναι άκκ᾿ ]οὔτε ἀγγέλου, ἀλλ’ αὐτοῦ τοῦ σαρκωθέντος καὶ ἐνανθρωπήσαντος θεοῦ λόγου. καὶ ἀνέχεται τὸ ὑπὲρ ἡμῶν βάπτισμα, καὶ θεὸς ὤν ἀναμάρτητος ἐβαπτίσθη σωματικῶς ὡς ἄνθρωπος, οὐκ αὐτὸς δεόμενος βαπτίσματος, ἀλλ’ ἀλλ᾿ τὸ ἡμέτερον βάπτισμα δοξάσῃ, ἵνα πιστεύσωμεν, ὅτι ὥσπερ ἐπ’ αὐτὸν κατῆλθε τὸ πνεῦμα τὸ ἅγιον, οὕτως καὶ ἐφ ἡμᾶς τοὺς εἰς αὐτὸν βαπτιζομένους. εἰτα συναναστραφεὶς τοῖς ἀνθρώποις τάς τε τῶν θείων αὐτοῦ ἐντολῶν παραδοὺς ἐκδόσεις τάς τε τῶν σημείων ἐργασάμενος θαυματουργίας, ἐπὶ τριετῆ χρόνον καὶ τετάρτου ἀρξάμενος οὕτως ἐπὶ τὸ ὑπὲρ ἡμῶν ἑκούσιον αὐτοῦ σωματικὸν ἔρχεται πάθος· πάθος· ἡμῖν γὰρ κεχρεώστητο τιμωρία σταυροῦ· ἀλλ εἰ πάντες ἐσταυρώθημεν, οὔτε ἑαυτοὺς ἐκ τοῦ θανάτου ὰρπάσαι ἰσχύσαμεν. »ἐβασίλευσε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας«. πολλοὶ ἅγιοι, πολλοὶ προφῆται, πολλοὶ δικαιοι· καὶ οὐδεὶς αὐτῶν τῆς τοῦ θανάτου ἐξουσίας ἑαυτὸν ἠδυνήθη λυτρώσασθαι, ἀλλὰ ἦλθεν αὐτὸς ὁ τῶν πάντων σωτὴρ καὶ τὰς ἡμῖν χρεωστουμένας τιμωρίας εἰς τὴν ἐξ ἡμῶν ἀνθ ἡμῶν ὑπὲρ ἡμῶν ἀναμάρτητον αὐτοῦ ὑπεδέξατο σάρκα. κατεφερόμεθα μετὰ τὸν θάνατον εἰς τὸν Ἅιδην· ἀνεδέξατο καὶ τοῦτο καὶ κατῆλθεν ἑκουσίως εἰς αὐτόν· οὐ κατηνέχθη καθάπερ ἡμεῖς ἀλλὰ κατῆλθεν, οὐ γὰρ ἠν ὑποκείμενος τῷ θανάτῳ, ἀλλ᾿ ἐξουσιαστης τοῦ θανάτου καὶ μόνος κατελθὼν μετὰ πλήθοις ἀνελήλυθεν.