Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 24
Gelasius, Historia Ecclesiastica 24.28
Not analysed yet
αὐτὸς γὰρ ἦν ὁ νοερὸς κόκκος τοῦ σίτου ὁ ὑπὲρ ἡμῶν πεσὼν εἰς τὴν γῆν καὶ ἀποθανὼν σαρκί, ὃς τῇ τῆς θεότητος αὐτοῦ δυνάμει ἀνέστησε τὸν σωματικὸν αὐτοῦ ναὸν κατὰ τὰς γραφὰς καρποφορήσαντα τὴν τοῦ παντὸς ἀνθρωπίνου γένους ἀνάστασιν, καὶ ἐμφανίσας τοῖς μαθηταῖς μετὰ τὴν τριήμερον ταφὴν καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐπέδειξεν αὐτοῖς τὰ ἐν τῷ σταυρῷ τοῦ σώματος αὐτοῦ πάθη, εεἰπών· »ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι αὐτὸς ἐγώ εἰμι, ὁ θαυματουργῶν, ὁ καὶ τὰ ὑπὲρ τοῦ ὑμετέρου γένους ἐν τῇ σαρκί μου καταδεξάμενος πάθη«.