Ancient Greek · ~2 min
24.29 to 24.30
Gelasius, Historia Ecclesiastica 24.29-30
Not analysed yet
εἶτα ἐπὶ τεσσαράκοντα ἡνλερας συναυλιζόμενος αὐτοῖς δούς τε αὐτοῖς σωτηρίων ἐντολῶν ὑποθήκας, ἀνελήλυθεν εἰς τοὺς οὐρανοὺς βλεπόντων αὐτῶν, ἐν δεξιᾷ τε τοῦ πατρὸς κεκαθικέναι αὐτὸν οἱ ἱεροὶ ἐδίδαξαν λόγοι. ὃν καὶ ἥξειν προσδοκῶμεν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος κρῖναι ζῶντας καὶ νεκροὺς ἀϊδίως ὡς ἀεὶ συμβασιλεύοντα τῷ πατρὶ εἰς τοὺς ἀπείρους αἰῶνας. Περὶ τῆς τῶν πάντων ὁμοφωνίας τῆς εἰς τὸ ὁμοούσιον.